Λαιστρυγόνος Αντιφάταο
ἔνθ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
ἀκταὶ δὲ προβλη̂τες ἐναντίαι ἀλλήλησιν
ἐν στόματι προύχουσιν, ἀραιὴ δ εἴσοδός ἐστιν,
ἔνθ οἵ γ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
αἱ μὲν ἄρ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
πλησίαι: οὐ μὲν γάρ ποτ ἀέξετο κυ̂μά γ ἐν αὐτω̂,
οὔτε μέγ οὔτ ὀλίγον, λευκὴ δ ἠ̂ν ἀμφὶ γαλήνη:
αὐτὰρ ἐγὼν οἰ̂ος σχέθον ἔξω νη̂α μέλαιναν,
αὐτου̂ ἐπ ἐσχατιη̂, πέτρης ἐκ πείσματα δήσας:
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
ἔνθα μὲν οὔτε βοω̂ν οὔτ ἀνδρω̂ν φαίνετο ἔργα,
καπνὸν δ οἰ̂ον ὁρω̂μεν ἀπὸ χθονὸς ἀίσσοντα.
δὴ τότ ἐγὼν ἑτάρους προί̈ειν πεύθεσθαι ἰόντας,
οἵ τινες ἀνέρες εἰ̂εν ἐπὶ χθονὶ σι̂τον ἔδοντες,
ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ ἅμ ὀπάσσας.
οἱ δ ἴσαν ἐκβάντες λείην ὁδόν, ἡ̂ περ ἄμαξαι
ἄστυδ ἀφ ὑψηλω̂ν ὀρέων καταγίνεον ὕλην,
κούρη δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούση,
θυγατέρ ἰφθίμη Λαιστρυγόνος ̓Αντιφάταο.
ἡ μὲν ἄρ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
̓Αρτακίην: ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον:
οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ ἐρέοντο
ὅς τις τω̂νδ εἴη βασιλεὺς καὶ οἱ̂σιν ἀνάσσοι:
ἡ δὲ μάλ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δω̂.
οἱ δ ἐπεὶ εἰση̂λθον κλυτὰ δώματα, τὴν δὲ γυναι̂κα
εὑ̂ρον, ὅσην τ ὄρεος κορυφήν, κατὰ δ ἔστυγον αὐτήν.
ἡ δ αἰ̂ψ ἐξ ἀγορη̂ς ἐκάλει κλυτὸν ̓Αντιφατη̂α,
ὃν πόσιν, ὃς δὴ τοι̂σιν ἐμήσατο λυγρὸν ὄλεθρον.
αὐτίχ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δει̂πνον:
τὼ δὲ δύ ἀίξαντε φυγη̂ ἐπὶ νη̂ας ἱκέσθην.
αὐτὰρ ὁ τευ̂χε βοὴν διὰ ἄστεος: οἱ δ ἀίοντες
φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
οἵ ῥ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
βάλλον: ἄφαρ δὲ κακὸς κόναβος κατὰ νη̂ας ὀρώρει
ἀνδρω̂ν τ ὀλλυμένων νηω̂ν θ ἅμα ἀγνυμενάων:
ἰχθυ̂ς δ ὣς πείροντες ἀτερπέα δαι̂τα φέροντο.
ὄφρ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
τόφρα δ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̂
τω̂ ἀπὸ πείσματ ἔκοψα νεὸς κυανοπρώροιο.
αἰ̂ψα δ ἐμοι̂ς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
ἐμβαλέειν κώπης, ἵν ὑπὲκ κακότητα φύγοιμεν:
οἱ δ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
ἀσπασίως δ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
νηυ̂ς ἐμή: αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ ὄλοντο.